|
TLG 0052 001 :: MENIPPUS :: Epistula [Sp.] MENIPPUS Phil. Epistula [Sp.] Citation: (Line) | ||
| T | Μένιππος αὐτοπηρίταις. | |
|---|---|---|
| 1 | Ὀρθῶς ποιεῖτε πεινῶντες διψῶντες ῥιγῶντες χαμευ‐ νοῦντες· ταῦτα γὰρ διατάττει νόμος ὁ Διογένειος, ὃς ἐγράφη κατὰ Λυκοῦργον νομοθέτην Λακεδαιμονίων· ἐὰν δέ τις ὑμῶν παρακούσῃ, παραδοθήσεται νόσῳ καὶ | |
| 5 | βασκανίᾳ καὶ λύπῃ καὶ πᾶσι τοῖς ἀπὸ τοῦ χοροῦ τού‐ του, λήψονται δὲ αὐτοὺς καὶ ποδάγραι καὶ βηχία καὶ φῦσαι βροντώδεις κάτωθεν, ὅτι ἐς νόμον δίκαιον καὶ | |
| θεῖον τὸν ἀπὸ Σινώπης ἠσέβησαν. | 400 | |